Font Size
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28-31
SBL Greek New Testament
ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28-31
SBL Greek New Testament
28 Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. [a]προσελθὼν τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ [b]ἀμπελῶνι. 29 ὁ δὲ ἀποκριθεὶς εἶπεν· [c]Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν. 30 [d]προσελθὼν δὲ τῷ [e]δευτέρῳ εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· [f]Ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν. 31 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; [g]λέγουσιν· Ὁ [h]πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28 προσελθὼν WH ] καὶ προσελθὼν Treg NIV RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:28 ἀμπελῶνι WH Treg NIV ] + μου RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:29 Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NIV RP ] Ἐγώ κύριε καὶ οὐκ WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 προσελθὼν δὲ WH Treg NIV ] Καὶ προσελθὼν RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 δευτέρῳ WH Treg RP ] ἑτέρῳ NIV
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:30 Ἐγώ κύριε καὶ οὐκ Treg NIV RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:31 λέγουσιν WH Treg NIV ] + αὐτῷ RP
- ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 21:31 πρῶτος NIV RP ] ὕστερος WH Treg
SBL Greek New Testament (SBLGNT)
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software